Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 56.35 Dem. 56.39 (English) >>Dem. 56.43

56.38Διονυσόδωρος δὲ οὔ φησιν ἀδικεῖν διʼ αὐτὸ τοῦτο· οὐ γὰρ δεῖν αὑτὸν ἀποδοῦναι πάντας τοὺς τόκους, ἐπειδὴ ναῦς οὐ κατέπλευσεν εἰς τὸν Πειραιᾶ. δὲ συγγραφὴ τί λέγει; οὐ μὰ Δίʼ οὐ ταῦτα σὺ λέγεις, Διονυσόδωρε· ἀλλʼ ἐὰν μὴ ἀποδῷς τὸ δάνειον καὶ τοὺς τόκους μὴ παράσχῃς τὰ ὑποκείμενα ἐμφανῆ καὶ ἀνέπαφα, ἄλλο τι παρὰ τὴν συγγραφὴν ποιήσῃς, ἀποτίνειν κελεύει σε διπλάσια τὰ χρήματα. καί μοι λέγε αὐτὸ τοῦτο τῆς συγγραφῆς.Συγγραφή

ἐὰν δὲ ... μὴ παράσχωσι τὰ ὑποκείμενα ἐμφανῆ καὶ ἀνέπαφα, ποιήσωσίν τι παρὰ τὴν συγγραφήν, ἀποδιδότωσαν διπλάσια τὰ χρήματα.

56.39ἔστιν οὖν ὅποι παρέσχηκας ἐμφανῆ τὴν ναῦν, ἀφʼ οὗ τὰ χρήματα ἔλαβες παρʼ ἡμῶν, ὁμολογῶν σῶν εἶναι αὐτός; καταπέπλευκας ἐξ ἐκείνου τοῦ χρόνου εἰς τὸ Ἀθηναίων ἐμπόριον, τῆς συγγραφῆς διαρρήδην λεγούσης εἰς τὸν Πειραιᾶ κατάγειν τὴν ναῦν καὶ ἐμφανῆ παρέχειν τοῖς δανείσασιν; 56.40καὶ γὰρ τοῦτο, ἄνδρες Ἀθηναῖοι. θεάσασθε τὴν ὑπερβολήν. ἐρράγη ναῦς, ὥς φησιν οὗτος, καὶ διὰ τοῦτʼ εἰς Ῥόδον κατήγαγεν αὐτήν. οὐκοῦν τὸ μετὰ τοῦτο ἐπεσκευάσθη καὶ πλόϊμος ἐγένετο. διὰ τί οὖν, βέλτιστε, εἰς μὲν τὴν Αἴγυπτον καὶ τἄλλα ἐμπόρια ἀπέστελλες αὐτήν, Ἀθήναζε δὲ οὐκ ἀπέσταλκας οὐδέπω καὶ νῦν πρὸς ἡμᾶς τοὺς δανείσαντας, οἷς συγγραφὴ κελεύει σε ἐμφανῆ καὶ ἀνέπαφον τὴν ναῦν παρέχειν, καὶ ταῦτʼ ἀξιούντων ἡμῶν καὶ προκαλεσαμένων σε πολλάκις;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 56.35 Dem. 56.39 (English) >>Dem. 56.43

Powered by PhiloLogic